Ancient Greek · ~7 min
63 to 68
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 63-2-68
Not analysed yet
τοσαύτην δ’ ἔχει πρόνοιαν ὁ νόμος τοῦ μηδὲν ἐπὶ γάμοις νεωτερίζεσθαι, ὥστε καὶ τοὺς συνιόντας εἰς ὁμιλίαν ἄνδρας καὶ γυναῖκας κατὰ τοὺς ἐπὶ γάμοις θεσμούς, ὅταν εὐνῆς ἀπαλλάττωνται, οὐ πρότερον ἐᾷ τινος ψαύειν ἢ λουτροῖς καὶ περιρραντηρίοις χρῆσθαι, πόρρωθεν μοιχείας ἀνείργων καὶ τῶν ἐπὶ μοιχείαις ἐγκλημάτων. Ἐὰν δέ τις χήραν ἀποθανόντος ἀνδρὸς ἢ καὶ διαζευχθεῖσαν ἄλλως βιασάμενος αἰσχύνῃ, κουφότερον ἢ κατὰ μοιχείαν ἁμάρτημα δρῶν, ἥμισυ σχεδὸν ἐκείνου, τῆς μὲν θανάτου τιμωρίας ἀφείσθω, βίαν δὲ καὶ ὕβριν καὶ ἀκολασίαν καὶ θράσος τὰ αἴσχιστα ὡς κάλλιστα ἀποδεξάμενος κατηγορείσθω καὶ ὅ τι χρὴ παθεῖν ἢ ἀποτῖσαι τιμάτω τὸ δικαστήριον ἐπ’ αὐτῷ. Ἀδελφὸν μὲν καὶ συγγενὲς ἀδίκημα μοιχείας φθορά, καθάπερ ἐκ μητρὸς μιᾶς, ἀκολασίας, φύντα· ἣν ἔνιοι τῶν εἰωθότων εὐπρεπέσιν ὀνόμασι τὰ αἰσχρὰ ἐπικοσμεῖν ἔρωτα ὀνομάζουσι τἀληθὲς ὁμολογεῖν ἐρυθριῶντες. ἀλλ’ ὅμως, εἰ καὶ συγγενές, οὐ παντάπασιν ὅμοιον, τῷ τὸ ἀδίκημα μὴ εἰς πλείους χωρεῖν οἰκίας, ὡς ἐπὶ τῆς μοιχείας συμβέβηκεν, ἀλλ’ εἰς μίαν συνῆχθαι τὴν τῆς παρθένου. λεκτέον οὖν τῷ κόρης ἀστῆς ἐπιθυμοῦντι· "προπέτειαν καὶ θράσος ἀναίσχυντον ἢ τὰς ἐπ’ ἐνέδρᾳ πάγας ἤ τι τῶν ὁμοιοτρόπων, ὦ οὗτος, ἀποστραφεὶς μήτε ἀναφανδὸν μήτε λάθρα πονηρὸς ἐξετασθῇς. ἀλλ’ εἴπερ ἄρα τι τῇ ψυχῇ πέπονθας πρὸς τὴν παῖδα οἰκεῖον, ἴθι πρὸς τοὺς γονεῖς αὐτῆς, ἐὰν ζῶντες τυγχάνωσιν, εἰ δὲ μή, πρὸς τοὺς ἀδελφοὺς ἢ ἐπιτρόπους ἢ ἄλλους κυρίους, καὶ ἀπογυμνώσας τὸ σεαυτοῦ πάθος, ὡς χρὴ τὸν ἐλεύθερον, αἴτει πρὸς γάμον καὶ παρακάλει μὴ ἀνάξιος νομισθῆναι. σκαιὸς γὰρ οὐδεὶς ἂν οὕτως γένοιτο τῶν ἐπιμελουμένων τῆς παιδός, ὡς ἐναντιωθῆναι πρὸς λιπαρεστέρας δεήσεις, καὶ μάλιστά γε ἐπειδὰν ἐξετάσας ἀνευρίσκῃ μὴ κατεψευσμένον ἢ ἐπιπόλαιον ἄλλως τὸ πάθος ἀλλ’ ἐπαληθεῦον καὶ παγίως ἐνιδρυμένον. “