Ancient Greek
ΠΕΡΙ ΤΩΝ ΑΝΑΦΕΡΟΜΕΝΩΝ EN ΕΙΔΕΙ ΝΟΜΩΝ ΕΙΣ TPIA ΓΕΝΗ ΤΩΝ ΔΕΚΑ ΛΟΓΙΩΝ, TO ΟΓΔΟΟΝ ΚΑΙ TO ENATON ΚΑΙ TO ΔΕΚΑΤΟΝ, TO ΠΕΡΙ ΤΟΥ MH ΚΛΕΠΤΕΙΝ ΚΑΙ ΨΕΥΔΟΜΑΡΤΓΡΕΙΝ KAI ΜΗ ΕΠΙΘΥΜΕΙΝ, ΚΑΙ ΠΕΡΙ ΤΩΝ ΕΙΣ ΕΚΑΣΤΟΝ ΑΝΑΦΕΡΟΜΕΝΩΝ, ΚΑΙ ΠΕΡΙ ΔΙΚΑΙΟΣΥΝΗΣ, Η ΠΑΣΙ ΤΟΙΣ ΔΕΚΑ ΛΟΓΙΟΙΣ ΕΦΑΡΜΟΖΕΙ, Ο ΕΣΤΙ ΤΗΣ ΟΛΗΣ ΣΥΝΤΑΞΕΩΣ
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 69-3
Not analysed yet
τί δ’ οὕτως ἐν βίῳ καλὸν ὡς ἀλήθεια; ἣν ὁ πάνσοφος ἐστηλίτευσεν ἐν ἱερωτάτῳ χωρίῳ, κατὰ τὴν τοῦ ἀρχιερέως στολήν, ἔνθα τὸ τῆς ψυχῆς ἡγεμονικόν, ἀναθημάτων τῷ καλλίστῳ καὶ διαπρεπεστάτῳ βουληθεὶς αὐτὸν ἐπικοσμῆσαι, συγγενῆ δὲ δύναμιν ἀληθείᾳ παριδρύσατο, ἣν ἐκάλεσε δήλωσιν, ἀμφοτέρων τῶν ἐν ἡμῖν λόγων εἰκόνας, ἐνδιαθέτου τε καὶ προφορικοῦ· δεῖται γὰρ ὁ μὲν προφορικὸς δηλώσεως, ᾗ τὰ ἀφανῆ τῶν καθ’ ἕκαστον ἡμῶν ἐνθύμια γνωρίζεται τῷ πέλας, ὁ δ’ ἐνδιάθετος ἀληθείας, εἰς τελειότητα βίου καὶ πράξεων, δι’ ὧν ἡ ἐπ’ εὐδαιμονίαν ὁδὸς ἀνευρίσκεται.