Ancient Greek · ~2 min
ΠΕΡΙ ΤΩΝ ΑΝΑΦΕΡΟΜΕΝΩΝ EN ΕΙΔΕΙ ΝΟΜΩΝ ΕΙΣ TPIA ΓΕΝΗ ΤΩΝ ΔΕΚΑ ΛΟΓΙΩΝ, TO ΟΓΔΟΟΝ ΚΑΙ TO ENATON ΚΑΙ TO ΔΕΚΑΤΟΝ, TO ΠΕΡΙ ΤΟΥ MH ΚΛΕΠΤΕΙΝ ΚΑΙ ΨΕΥΔΟΜΑΡΤΓΡΕΙΝ KAI ΜΗ ΕΠΙΘΥΜΕΙΝ, ΚΑΙ ΠΕΡΙ ΤΩΝ ΕΙΣ ΕΚΑΣΤΟΝ ΑΝΑΦΕΡΟΜΕΝΩΝ, ΚΑΙ ΠΕΡΙ ΔΙΚΑΙΟΣΥΝΗΣ, Η ΠΑΣΙ ΤΟΙΣ ΔΕΚΑ ΛΟΓΙΟΙΣ ΕΦΑΡΜΟΖΕΙ, Ο ΕΣΤΙ ΤΗΣ ΟΛΗΣ ΣΥΝΤΑΞΕΩΣ
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 70-3
Not analysed yet
Τρίτον παράγγελμα τῷ δικαστῇ τὰ πράγματα πρὸ τῶν κρινομένων ἐξετάζειν καὶ πειρᾶσθαι πάντα τρόπον ἀφέλκειν αὑτὸν τῆς τῶν δικαζομένων φαντασίας, εἰς ἄγνοιαν καὶ λήθην βιαζόμενον ὧν ἐπιστήμην εἶχε καὶ μνήμην, οἰκείων, φίλων, πολιτῶν, καὶ πάλιν ἀλλοτρίων, ἐχθρῶν, ξένων, ἵνα μήτε εὔνοια μήτε μῖσος ἐπισκιάσῃ τῶν δικαίων τὴν γνῶσιν· ἀνάγκη γὰρ οἷα τυφλὸν δίχα βάκτρου προερχόμενον καὶ τοὺς ποδηγετήσοντας οὐκ ἔχοντα οἷς βεβαίως ἐπερείσεται πταίειν.