Ancient Greek
ΠΕΡΙ ΤΩΝ ΑΝΑΦΕΡΟΜΕΝΩΝ EN ΕΙΔΕΙ ΝΟΜΩΝ ΕΙΣ TPIA ΓΕΝΗ ΤΩΝ ΔΕΚΑ ΛΟΓΙΩΝ, TO ΟΓΔΟΟΝ ΚΑΙ TO ENATON ΚΑΙ TO ΔΕΚΑΤΟΝ, TO ΠΕΡΙ ΤΟΥ MH ΚΛΕΠΤΕΙΝ ΚΑΙ ΨΕΥΔΟΜΑΡΤΓΡΕΙΝ KAI ΜΗ ΕΠΙΘΥΜΕΙΝ, ΚΑΙ ΠΕΡΙ ΤΩΝ ΕΙΣ ΕΚΑΣΤΟΝ ΑΝΑΦΕΡΟΜΕΝΩΝ, ΚΑΙ ΠΕΡΙ ΔΙΚΑΙΟΣΥΝΗΣ, Η ΠΑΣΙ ΤΟΙΣ ΔΕΚΑ ΛΟΓΙΟΙΣ ΕΦΑΡΜΟΖΕΙ, Ο ΕΣΤΙ ΤΗΣ ΟΛΗΣ ΣΥΝΤΑΞΕΩΣ
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 7-3
Not analysed yet
Ἐάν τις ἔρωτι τῶν ἀλλοτρίων ἐπιμανεὶς κλέπτειν ἐπιχειρῇ καὶ μὴ δυνάμενος εὐπετῶς ὑφαιρεῖσθαι τοιχωρυχῇ νύκτωρ, προκάλυμμα ποιούμενος ὧν ἀδικεῖ τὸ σκότος, ἁλοὺς μὲν ἐπ’ αὐτοφώρῳ, πρὶν ἥλιον ἀνίσχειν, ἐν αὐτῷ τῷ διορύγματι πρὸς τοῦ δεσπότου τῆς οἰκίας ἀναιρείσθω, τὸ μὲν προηγούμενον ἔργον ἔλαττον ἐξεργαζόμενος, κλοπήν, τὸ δ’ ἑπόμενον μεῖζον, ἀνδροφονίαν, διανοούμενος, εἰ διακωλύοι τις, ὀρυκτῆρσιν οἷς ἐπιφέρεται σιδηροῖς καὶ ἑτέροις ὅπλοις ἀμύνεσθαι παρεσκευασμένος· εἰ δ’ ἥλιος ἀνάσχοι, μηκέθ’ ὁμοίως αὐτοχειρίᾳ κτεινέσθω, πρὸς δὲ τοὺς ἄρχοντας καὶ δικαστὰς ἀγέσθω δώσων δίκας, ἃς ἂν ἐπικελεύωσιν οὗτοι.