Ancient Greek · ~2 min
8 to 9
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 8-2-9
Not analysed yet
νύκτωρ μὲν γὰρ οἴκοι διατριβόντων καὶ τετραμμένων πρὸς ἀνάπαυλαν ἀρχόντων ὁμοῦ καὶ ἰδιωτῶν, οὐδεμία τῷ πλημμελουμένῳ καταφυγὴ πρὸς βοήθειαν, ὅθεν αὐτὸς ἔστω κύριος τῆς τιμωρίας, ὑπὸ τοῦ καιροῦ κατασταθεὶς ἄρχων καὶ δικαστής. μεθ’ ἡμέραν μέντοι ἀναπέπταται δικαστήρια καὶ βουλευτήρια, ἐπλήθυνε δὲ τῶν συλληψομένων ἡ πόλις, ὧν οἱ μὲν φύλακες τῶν νόμων κεχειροτόνηνται, οἱ δ’ ἄνευ χειροτονίας μισοπονήρῳ πάθει τὴν ὑπὲρ τῶν ἠδικημένων αὐτοκέλευστοι τάξιν αἱροῦνται· πρὸς οὓς τὸν κλέπτην ἀκτέον· οὕτως γὰρ τὰς ἐπ’ αὐθαδείᾳ καὶ προπετείᾳ φεύγων αἰτίας δημοκρατικώτερον αὑτῷ δόξει βοηθεῖν.