Ancient Greek · ~2 min
ΠΕΡΙ ΤΩΝ ΑΝΑΦΕΡΟΜΕΝΩΝ EN ΕΙΔΕΙ ΝΟΜΩΝ ΕΙΣ TPIA ΓΕΝΗ ΤΩΝ ΔΕΚΑ ΛΟΓΙΩΝ, TO ΟΓΔΟΟΝ ΚΑΙ TO ENATON ΚΑΙ TO ΔΕΚΑΤΟΝ, TO ΠΕΡΙ ΤΟΥ MH ΚΛΕΠΤΕΙΝ ΚΑΙ ΨΕΥΔΟΜΑΡΤΓΡΕΙΝ KAI ΜΗ ΕΠΙΘΥΜΕΙΝ, ΚΑΙ ΠΕΡΙ ΤΩΝ ΕΙΣ ΕΚΑΣΤΟΝ ΑΝΑΦΕΡΟΜΕΝΩΝ, ΚΑΙ ΠΕΡΙ ΔΙΚΑΙΟΣΥΝΗΣ, Η ΠΑΣΙ ΤΟΙΣ ΔΕΚΑ ΛΟΓΙΟΙΣ ΕΦΑΡΜΟΖΕΙ, Ο ΕΣΤΙ ΤΗΣ ΟΛΗΣ ΣΥΝΤΑΞΕΩΣ
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 74-4
Not analysed yet
μήτ’ οὖν ὁ πλούσιος ἄργυρον καὶ χρυσὸν οἴκοι συναγαγὼν ἄφθονον θησαυροφυλακείτω, προφερέτω δ’ εἰς μέσον, ἵνα τὸ σκληροδίαιτον τῶν ἀπόρων ἱλαραῖς μεταδόσεσι λιπαίνῃ, μήτ’, εἴ τις ἔνδοξος, ὑψηλὸν αἴρων αὑτὸν αὐχείτω φρυαττόμενος, ἀλλ’ ἰσότητα τιμήσας μεταδιδότω παρρησίας τοῖς ἀδόξοις· ὅ τε ῥώμῃ κεχρημένος σώματος ἔρεισμα τῶν ἀσθενεστέρων ἔστω καὶ μὴ καθάπερ ἐν τοῖς γυμνικοῖς ἀγῶσι καταπαγκρατιαζέτω τοὺς ἐλάττους ταῖς δυνάμεσιν, ἀλλὰ φιλοτιμείσθω τῆς ἰδίας ἰσχύος μεταδιδόναι τοῖς ἐξ ἑαυτῶν ἀπειρηκόσιν.