Ancient Greek · ~2 min
ΠΕΡΙ ΤΩΝ ΑΝΑΦΕΡΟΜΕΝΩΝ EN ΕΙΔΕΙ ΝΟΜΩΝ ΕΙΣ TPIA ΓΕΝΗ ΤΩΝ ΔΕΚΑ ΛΟΓΙΩΝ, TO ΟΓΔΟΟΝ ΚΑΙ TO ENATON ΚΑΙ TO ΔΕΚΑΤΟΝ, TO ΠΕΡΙ ΤΟΥ MH ΚΛΕΠΤΕΙΝ ΚΑΙ ΨΕΥΔΟΜΑΡΤΓΡΕΙΝ KAI ΜΗ ΕΠΙΘΥΜΕΙΝ, ΚΑΙ ΠΕΡΙ ΤΩΝ ΕΙΣ ΕΚΑΣΤΟΝ ΑΝΑΦΕΡΟΜΕΝΩΝ, ΚΑΙ ΠΕΡΙ ΔΙΚΑΙΟΣΥΝΗΣ, Η ΠΑΣΙ ΤΟΙΣ ΔΕΚΑ ΛΟΓΙΟΙΣ ΕΦΑΡΜΟΖΕΙ, Ο ΕΣΤΙ ΤΗΣ ΟΛΗΣ ΣΥΝΤΑΞΕΩΣ
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 75-4
Not analysed yet
ὅσοι μὲν γὰρ ἀπὸ πηγῶν ἠρύσαντο τῶν σοφίας, φθόνον ὑπερόριον τῆς διανοίας ἐληλακότες ἄνευ προτροπῆς αὐτοκέλευστοι ταῖς τῶν πλησίον ὠφελείαις ἐπαποδύονται, τὰ λόγων νάματα ταῖς ψυχαῖς ἐκείνων δι’ ὤτων ἐπαντλοῦντες εἰς μετουσίαν τῆς ὁμοίας ἐπιστήμης· καὶ ἐπειδὰν ἴδωσιν ὥσπερ εὔβλαστα καὶ εὐγενῆ μοσχεύματα νέους εὐφυεῖς, γεγήθασιν οἰόμενοι κληρονόμους ἀνευρηκέναι τοῦ ψυχικοῦ πλούτου, ὃς μόνος ἀληθείᾳ πλοῦτός ἐστι, καὶ παραλαβόντες γεωργοῦσι τὰς ψυχὰς δόγμασι καὶ θεωρήμασι, μέχρις ἂν στελεχωθεῖσαι καρπὸν τὸν καλοκἀγαθίας ἐνέγκωσι.