Ancient Greek
76 to 78
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 76-78
Not analysed yet
τοιαῦτα τοῖς νόμοις ἀγάλματα συνύφανται καὶ πεποίκιλται πρὸς εὐπορίαν ἀπόρων, οὓς ἐπὶ μόνης κρίσεως ἐλεεῖν οὐ θεμιτόν· ἔλεος γὰρ ἐπ’ ἀτυχήμασιν, ὁ δ’ ἑκουσίῳ γνώμῃ πονηρευόμενος οὐκ ἀτυχής, ἀλλ’ ἄδικος. τιμωρίαι δ’ ἐπ’ ἀδίκοις ὡς ἐπὶ δικαίοις τιμαὶ βεβαιούσθωσαν· ὥστε μηδεὶς μοχθηρὸς ἄπορος ὑπείλλων καὶ ὑποστέλλων ἀχρηματίας οἴκτῳ τὸ δίκην δοῦναι παρακρουέσθω, δεδρακὼς οὐκ ἐλέου —πόθεν; —ἀλλ’ ὀργῆς ἄξια. καὶ ὁ δικάζειν εἰσιὼν καθάπερ ἀργυραμοιβὸς ἀγαθὸς διαιρείτω καὶ διακρινέτω τὰς φύσεις τῶν πραγμάτων, ἵνα μὴ φύρηται συγχεόμενα τοῖς παρασήμοις τὰ δόκιμα. πολλὰ μὲν οὖν ἄλλα πρός τε ψευδομάρτυρας καὶ δικαστὰς ἔνεστι λέγειν· ὑπὲρ δὲ τοῦ μὴ μακρηγορεῖν ἰτέον ἐπὶ τὸ τελευταῖον τῶν δέκα λογίων, ὃ κεφαλαιώδει τύπῳ καθάπερ καὶ τῶν ἄλλων ἕκαστον κεχρησμῴδηται, τοῦτο δ’ ἐστίν· „οὐκ ἐπιθυμήσεις. “