Ancient Greek · ~7 min
81 to 87
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 81-87
Not analysed yet
εἰ γὰρ τὸ φύσει θνητὸν σῶμα τοῦ ἱερέως ἐπισκεπτέον, ἵνα περὶ μηδὲν ἀτύχημα κηραίνῃ, πολὺ πλέον ψυχὴν τὴν ἀθάνατον, ἥν φασι τυπωθῆναι κατὰ τὴν εἰκόνα τοῦ ὄντος· λόγος δ’ ἐστὶν εἰκὼν θεοῦ, δι’ οὗ σύμπας ὁ κόσμος ἐδημιουργεῖτο. Μετὰ δὲ τὴν ἐξ εὐπατριδῶν εὐγένειαν καὶ παντέλειαν τὴν ἔν τε σώμασι καὶ ψυχαῖς περὶ ἐσθῆτος, ἣν ἀναλαμβάνειν χρὴ τὸν ἱερέα μέλλοντα λειτουργεῖν τὰς ἱερὰς λειτουργίας, νενομοθέτηται. ἡ δ’ ἐσθής ἐστι χιτὼν λινοῦς καὶ περίζωμα, τὸ μὲν εἰς αἰδοίων σκέπην, ἃ μὴ πρὸς τῷ θυσιαστηρίῳ γυμνοῦσθαι θέμις, ὁ δὲ χιτὼν ἕνεκα τῆς πρὸς τὴν ὑπηρεσίαν ὀξύτητος· ἀνείμονες γὰρ ἐν μόνοις χιτωνίσκοις τά τε ἱερεῖα καὶ τὰς εὐχὰς καὶ τὰς σπονδὰς καὶ ὅσα ἄλλα θυσίαις χρήσιμα προσάγουσιν εἰς ἀνυπέρθετον τάχος ἠσκημένοι. τῷ δ’ ἀρχιερεῖ διείρηται μὲν τὴν παραπλησίαν ἐσθῆτα ἀναλαμβάνειν, ἡνίκα ἂν εἰς τὰ ἄδυτα ἐπιθυμιάσων εἰσίῃ, διὰ τὸ τὴν ὀθόνην ἐκ μηδενὸς τῶν ἀποθνῃσκόντων ὥσπερ τὰ ἔρια γεννᾶσθαι, προστέτακται δὲ καὶ ἑτέρᾳ χρῆσθαι πάνυ ποικίλην ἐχούσῃ κατασκευήν, ὡς ἀπεικόνισμα καὶ μίμημα τοῦ κόσμου δοκεῖν εἶναι. σαφὴς δὲ πίστις ἡ κατασκευή. πρῶτον μὲν γὰρ ἔνδυμα περιφερές ἐστιν, ὅλον δι’ ὅλων ὑακίνθινον, ποδήρης χιτών, ἀέρος σύμβολον, ἐπειδήπερ ὁ ἀὴρ καὶ φύσει μέλας ἐστὶ καὶ τρόπον τινὰ ποδήρης, ἄνωθεν ἀπὸ τῶν μετὰ σελήνην τόπων ταθεὶς ἄχρι τῶν κατωτάτω γῆς μυχῶν. εἶθ’ ὕφασμα θωρακοειδὲς ἐπὶ τούτῳ, σύμβολον οὐρανοῦ· δύο τε γὰρ ἐπὶ τῶν ἀκρωμίων λίθοι σμαράγδου τῆς τιμαλφεστάτης ὕλης εἰσίν, ὁ μὲν ἔνθεν, ὁ δ’ ἔνθεν, εἷς ἑκατέρωθεν, περιφερεῖς, δείγματα τῶν ἡμισφαιρίων, ὧν τὸ μὲν ὑπὲρ γῆν τὸ δ’ ὑπὸ γῆν ἐστιν. εἶτα πρὸς τοῖς στέρνοις δώδεκα λίθοι πολυτελεῖς τὰς χρόας διαφέροντες, ἐκ τριῶν τεταγμένοι τετραστοιχεί, πρὸς παράδειγμα τοῦ ζῳδιακοῦ τυπωθέντες· καὶ γὰρ ἐκεῖνος ἐκ δώδεκα συνεστὼς ζῳδίων τὰς ἐτησίους τέτταρας ὥρας ἀποτελεῖ τρία νείμας εἰς ἑκάστην.