Ancient Greek · ~7 min
88 to 93
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 88-93
Not analysed yet
σύμπας δ’ ὁ τόπος καλεῖται λογεῖον ἐτύμως, ἐπειδὴ τὰ ἐν οὐρανῷ πάντα λόγοις καὶ ἀναλογίαις δεδημιούργηται καὶ συντέτακται· τῶν γὰρ ἐκεῖ τὸ παράπαν ἄλογον οὐδέν. ἐπὶ δὲ τοῦ λογείου διττὰ ὑφάσματα καταποικίλλει προσαγορεύων τὸ μὲν δήλωσιν, τὸ δὲ ἀλήθειαν. αἰνίττεται δὲ διὰ μὲν τῆς ἀληθείας, ὅτι οὐρανοῦ τὸ παράπαν ψεῦδος ἐπιβαίνειν οὐ θεμιτόν, ἀλλὰ τοῦθ’ ἅπαν εἰς τὸν περίγειον πεφυγάδευται χῶρον ψυχαῖς ἐναγῶν ἀνθρώπων εἰσοικιζόμενον, διὰ δὲ τῆς δηλώσεως, ὅτι αἱ κατ’ οὐρανὸν φύσεις ἕκαστα δηλοῦσι τῶν παρ’ ἡμῖν, ἃ καθ’ αὑτὰ πάντως ἂν ἦν ἄγνωστα. σημεῖον δ’ ἐναργέστατον· εἰ μὴ φῶς, ἡλίου ἥλιος, ἀνέλαμψε, πῶς ἂν αἱ τῶν σωμάτων ἀμύθητοι ποιότητες διεφάνησαν, πῶς δ’ ἂν αἱ πολύμορφοι τῶν χρωμάτων καὶ σχημάτων ἰδέαι; ἡμέρας δὲ καὶ νύκτας μῆνάς τε καὶ ἐνιαυτοὺς καὶ συνόλως χρόνον τίς ἀνέδειξεν ὅτι μὴ σελήνης καὶ ἡλίου καὶ τῶν ἄλλων ἀστέρων αἱ ἐναρμόνιοι καὶ παντὸς λόγου κρείττους περιφοραί; τίς δὲ τὴν ἀριθμοῦ φύσιν εἰ μὴ τὰ λεχθέντα κατὰ τὰς τῶν μερῶν τοῦ χρόνου συνθέσεις; τίς δὲ τὰς ἐν θαλάσσῃ καὶ τοσούτοις πελάγεσιν ὁδοὺς ἀνέτεμε καὶ διέδειξε πλωτῆρσιν εἰ μὴ αἱ τῶν ἀστέρων στροφαὶ καὶ περίοδοι; σοφοὶ δ’ ἄνδρες καὶ μυρία ἄλλα παρατηρήσαντες ἀνέγραψαν, ἐκ τῶν οὐρανίων σημειωσάμενοι νηνεμίας καὶ βίας πνευμάτων, φορὰς καὶ ἀφορίας καρπῶν, ἀνειμένα καὶ φλογωδέστατα θέρη, χειμῶνας ἐξαισίους καὶ ἐαρίζοντας, αὐχμοὺς καὶ ἐπομβρίας, εὐγονίας ζῴων καὶ φυτῶν καὶ τοὐναντίον ἑκατέρων ἀγονίας |καὶ ὅσα τοιουτότροπα· πάντων γὰρ ἐστηλίτευται τῶν ἐπὶ γῆς ἐν οὐρανῷ τὰ σημεῖα. πρὸς δὲ τοῖς κατωτάτω μέρεσι τοῦ ποδήρους ἀπῃώρηνται χρυσοῖ ῥοΐσκοι κώδωνές τε καὶ ἄνθινα· τὰ δ’ ἐστὶ σύμβολα γῆς καὶ ὕδατος, γῆς μὲν τὰ ἄνθινα, παρόσον βλαστάνει καὶ ἀνθεῖ πάντα ἐκ ταύτης, ὕδατος δὲ οἱ ῥοΐσκοι λεχθέντες ἐτύμως παρὰ τὴν ῥύσιν, τὴν δ’ ἁρμονίαν καὶ συμφωνίαν καὶ συνήχησιν τῶν τοῦ κόσμου μερῶν οἱ κώδωνες ἐμφαίνουσιν.