Ancient Greek
ΠΕΡΙ ΤΩΝ ΑΝΑΦΕΡΟΜΕΝΩΝ EN ΕΙΔΕΙ ΝΟΜΩΝ ΕΙΣ TPIA ΓΕΝΗ ΤΩΝ ΔΕΚΑ ΛΟΓΙΩΝ, TO ΟΓΔΟΟΝ ΚΑΙ TO ENATON ΚΑΙ TO ΔΕΚΑΤΟΝ, TO ΠΕΡΙ ΤΟΥ MH ΚΛΕΠΤΕΙΝ ΚΑΙ ΨΕΥΔΟΜΑΡΤΓΡΕΙΝ KAI ΜΗ ΕΠΙΘΥΜΕΙΝ, ΚΑΙ ΠΕΡΙ ΤΩΝ ΕΙΣ ΕΚΑΣΤΟΝ ΑΝΑΦΕΡΟΜΕΝΩΝ, ΚΑΙ ΠΕΡΙ ΔΙΚΑΙΟΣΥΝΗΣ, Η ΠΑΣΙ ΤΟΙΣ ΔΕΚΑ ΛΟΓΙΟΙΣ ΕΦΑΡΜΟΖΕΙ, Ο ΕΣΤΙ ΤΗΣ ΟΛΗΣ ΣΥΝΤΑΞΕΩΣ
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 85-2
Not analysed yet
τὸ γὰρ ἀψευδῶς ἂν λεχθὲν ἀρχέκακον πάθος ἐστὶν ἐπιθυμία, ἧς ἓν τὸ βραχύτατον ἔγγονον, ἔρως, οὐχ ἅπαξ ἀλλ’ ἤδη πολλάκις ἀμυθήτων κατέπλησε τὴν οἰκουμένην συμφορῶν, ἃς οὐδ’ ὁ σύμπας τῆς γῆς κύκλος ἐχώρησεν, ἀλλὰ διὰ πλῆθος ὥσπερ ὑπὸ χειμάρρου φορᾶς εἰς θάλατταν εἰσέπεσον, καὶ πανταχοῦ πάντα πελάγη πολεμίων κατεπλήσθη νηῶν καὶ ὅσα καινουργοῦσιν οἱ ναυτικοὶ πόλεμοι συνηνέχθη καὶ ἐπιπεσόντα ἀθρόα πάλιν εἰς νήσους καὶ ἠπείρους ὑπεσύρη, διαυλοδρομήσαντα καθάπερ ἐν ταῖς παλιρροίαις ἀφ’ ὧν ἤρξατο φέρεσθαι.