Ancient Greek · ~7 min
86 to 92
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 86-3-92
Not analysed yet
τρανοτέραν δὲ τοῦ πάθους ἐνάργειαν ληψόμεθα τὸν τρόπον τοῦτον· ὅσων ἂν ἐπιθυμία προσάψηται, μεταβολὴν ἀπεργάζεται τὴν πρὸς τὸ χεῖρον, οἷα τὰ ἰοβόλα ζῷα καὶ τὰ θανάσιμα τῶν φαρμάκων. τί δ’ ἐστὶν ὃ λέγω; εἰ πρὸς χρήματα γένοιτο, κλέπτας ἀποτελεῖ καὶ βαλαντιοτόμους καὶ λωποδύτας καὶ τοιχωρύχους χρεωκοπίαις τε καὶ παρακαταθηκῶν ἀρνήσεσι καὶ δωροδοκίαις καὶ ἱεροσυλίαις καὶ τοῖς ὁμοιοτρόποις ἅπασιν ἐνόχους. εἰ δὲ πρὸς δόξαν, ἀλαζόνας, ὑπερόπτας, ἀβεβαίους καὶ ἀνιδρύτους τὸ ἦθος, φωναῖς τὰ ὦτα πεφρακότας, ταπεινουμένους ἐν ταὐτῷ καὶ πρὸς ὕψος ἐπαιρομένους διὰ τὰς τῶν πληθῶν ἀνωμαλίας ἐπαινούντων καὶ ψεγόντων ἀκρίτῳ φορᾷ, πρὸς ἔχθραν καὶ φιλίαν ἀνεξετάστους, ὡς ῥᾳδίως ἑκάτερον ἀνθυπαλλάττεσθαι, καὶ τἄλλ’ ὅσα τούτοις ἀδελφὰ καὶ συγγενῆ. πρὸς δὲ ἀρχὴν εἰ γένοιτο ἐπιθυμία, στασιώδεις, ἀνίσους, τυραννικοὺς τὰς φύσεις, ὠμοθύμους, ἐχθροὺς τῶν πατρίδων, ἀσθενεστέροις δεσπότας ἀμειλίκτους, τὴν ἰσχὺν ἴσοις ἀσυμβάτους πολεμίους, δυνατωτέρων κόλακας εἰς τὴν δι’ ἀπάτης ἐπίθεσιν. εἰ δὲ πρὸς σώματος κάλλος, φθορεῖς, μοιχούς, παιδεραστάς, ἀκολασίας καὶ λαγνείας ζηλωτάς, μεγίστων κακῶν ὡς εὐδαιμονικωτάτων ἀγαθῶν. ἤδη δὲ καὶ ἐπὶ γλῶτταν φθάσασα μυρία ἐνεωτέρισεν· ἔνιοι γὰρ ἐπιθυμοῦσιν ἢ τὰ λεκτέα σιωπᾶν ἢ τὰ ἡσυχαστέα λέγειν, καὶ ἀναφθεγγομένοις ἕπεται τιμωρὸς δίκη καὶ ἐχεμυθοῦσι [καὶ] τοὐναντίον. ἁψαμένη δὲ τῶν περὶ γαστέρα παρέχεται γαστριμάργους, ἀκορέστους, ἀσώτους, ὑγροῦ καὶ διαρρέοντος ζηλωτὰς βίου, χαίροντας οἰνοφλυγίαις, ὀψοφαγίαις, ἀκράτου καὶ ἰχθύων καὶ ἐδεσμάτων [καὶ] κακοὺς δούλους, περὶ συμπόσια καὶ τραπέζας ἰλυσπωμένους λίχνων τρόπον κυνιδίων, ἐξ ὧν τὴν ἀθλίαν καὶ ἐπάρατον συμβαίνει ζωὴν ἀποτελεῖσθαι, παντὸς ἀργαλεωτέραν θανάτου. ταύτης ἕνεκα τῆς αἰτίας οἱ μὴ χείλεσιν ἄκροις γευσάμενοι φιλοσοφίας, ἀλλὰ τῶν ὀρθῶν δογμάτων αὐτῆς ἐπὶ πλέον ἑστιαθέντες, διερευνησάμενοι φύσιν ψυχῆς καὶ τριττὸν εἶδος ἐνιδόντες αὐτῇ, τὸ μὲν λόγου, τὸ δὲ θυμοῦ, τὸ δ’ ἐπιθυμίας, λόγῳ μὲν ὡς ἡγεμόνι τὴν ἄκραν ἀπένειμαν οἰκειότατον ἐνδιαίτημα κεφαλήν, ἔνθα καὶ τῶν αἰσθήσεων αἱ τοῦ νοῦ καθάπερ βασιλέως δορυφόροι τάξεις παρίδρυνται,