Ancient Greek
96 to 101
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 96-101
Not analysed yet
εἶτα, ὦ φαυλότατοι πάντων ἀνθρώπων, εἴποιμ’ ἂν αὐτοῖς, ἃ διδάσκετε, οὐ προεμάθετε; ἢ προκαλεῖσθαι μὲν εἰς ἔλεον ἑτέρους, εἰ καὶ δι’ ὠμοτάτων ἔργων, οἴδατε, τὰ δὲ χρηστὰ καὶ φιλάνθρωπα πάντα τῆς ἑαυτῶν ψυχῆς ἐκτέτμησθε; καὶ ταῦτα μὴ ἀποροῦντες ἀγαθῶν ὑφηγητῶν καὶ μάλιστα τῶν ἡμετέρων νόμων, οἳ καὶ τὴν γῆν μεθεῖσαν φόρων τῶν ἐτησίων ἄνεσιν καὶ ἀνάπαυλαν αὐτῇ παρασχόντες; αὕτη δέ, καίτοι δοκοῦσα ἄψυχος εἶναι, πρὸς ἀμοιβὴν εὐτρέπισται καὶ χάριτος ἀντίδοσιν, ἣν ἔλαβε δωρεὰν ἀντεκτίνειν ἐπειγομένη· τυχοῦσα γὰρ ἀδείας ἔτει ἑβδόμῳ καὶ μὴ πονηθεῖσα, σύμπαντα δὲ τὸν τοῦ ἐνιαυτοῦ κύκλον ἀπελευθεριάσασα, τῷ μετὰ ταῦτα διπλασίους, ἔστι δ’ ὅτε καὶ πολυπλασίους, ὑπ’ εὐφορίας ἤνεγκε καρπούς. τὸ παραπλήσιον μέντοι καὶ τοὺς ἀλείπτας ἔστιν ἰδεῖν δρῶντας ἐπὶ τῶν ἀθλητῶν· ὅταν γὰρ αὐτοὺς συγκροτήσωσιν ἐπαλλήλοις καὶ συνεχέσι γυμνασίαις, πρὶν εἰς ἄκρον καμεῖν, ἀνακτῶνται παρέχοντες ἀνέσεις οὐ μόνον τῶν ἐν ἀθλήσει πόνων ἀλλὰ καὶ τῶν πρὸς ἐδωδὴν καὶ πόσιν, τὸ σκληροδίαιτον χαλῶντες εἴς τε ψυχῆς εὐθυμίαν καὶ εὐπάθειαν σώματος. καὶ οὐ δήπου διδάσκαλοι ῥᾳθυμίας καὶ τρυφῆς εἰσιν οἷς ἐπάγγελμα τὸ πρὸς πόνους ἀλείφειν, ἀλλὰ μεθόδῳ καὶ τέχνῃ προσποιοῦσιν ἰσχὺν κραταιοτέραν ἰσχύϊ καὶ δυνάμεις σθεναρωτέρας δυνάμεσι, τὴν ῥώμην ἀνέσει καὶ ἐπιτάσει καθάπερ ἁρμονίαν συναύξοντες. ἔμαθον δὲ παρὰ τῆς πανσόφου ταῦτα φύσεως, ἥτις τὸ ἐπίπονον καὶ καματηρὸν τοῦ γένους ἡμῶν ἐπισταμένη διένειμε τὸν χρόνον εἰς ἡμέραν τε καὶ νύκτα, τῇ μὲν ἐγρήγορσιν, νυκτὶ δ’ ὕπνον παρασχοῦσα. φροντὶς γὰρ αὐτὴν οἷα μητέρα κηδεμονικωτάτην εἰσῆλθε τοῦ μὴ τὰ ἔγγονα ἀποτρύχεσθαι· μεθ’ ἡμέραν γὰρ τὰ σώματα διανίστησι καὶ πρὸς τὰς τοῦ βίου χρείας καὶ ὑπηρεσίας ἁπάσας ἐγείρει κακίζουσα τοὺς ἀργῷ καὶ ἁβροδιαίτῳ βίῳ σχολάζειν ἐθιζομένους, νύκτωρ δὲ καθάπερ ἐν πολέμῳ τὸ ἀνακλητικὸν ὑποσημήνασα πρὸς ἀνάπαυλαν καλεῖ καὶ τὴν τῶν σωμάτων ἐπιμέλειαν.