Ancient Greek · ~1 min
Section 215
Philo Judaeus, De virtutibus 215
Not analysed yet
ἅμα δὲ καὶ τὸν πόθον ὃν ἐπόθει γνῶναι τὸ ὂν προσανερρίπισε λόγια χρησθέντα, οἷς ποδηγετούμενος ἐπὶ τὴν τοῦ ἑνὸς ἀοκνοτάτῃ σπουδῇ ζήτησιν ᾔει· καὶ οὐ πρότερον ἀνῆκεν ἢ τρανοτέρας λαβεῖν φαντασίας, οὐχὶ τῆς οὐσίας —τοῦτο γὰρ ἀμήχανον —,ἀλλὰ τῆς ὑπάρξεως αὐτοῦ καὶ προνοίας.