Ancient Greek · ~2 min
Section 216
Philo Judaeus, De virtutibus 216
Not analysed yet
διὸ καὶ πιστεῦσαι λέγεται τῷ θεῷ πρῶτος, ἐπειδὴ καὶ πρῶτος ἀκλινῆ καὶ βεβαίαν ἔσχεν ὑπόληψιν, ὡς ἔστιν ἓν αἴτιον τὸ ἀνωτάτω καὶ προνοεῖ τοῦ τε κόσμου καὶ τῶν ἐν αὐτῷ. κτησάμενος δὲ πίστιν, τὴν τῶν ἀρετῶν βεβαιοτάτην, συνεκτᾶτο καὶ τὰς ἄλλας ἁπάσας, ὡς παρὰ τοῖς ὑποδεξαμένοις νομίζεσθαι βασιλεύς, οὐχὶ ταῖς παρασκευαῖς —ἰδιώτης γὰρ ἦν —,ἀλλὰ τῷ περὶ τὴν ψυχὴν μεγέθει, φρονήματος ὢν βασιλικοῦ.