Ancient Greek · ~2 min
Section 38
Philo Judaeus, De virtutibus 38
Not analysed yet
καὶ καινότατον ὁ πόλεμος οὗτος ἕξει κλέος διὰ γυναικῶν ἀλλ’ οὐ δι’ ἀνδρῶν κατορθωθείς· τὸ μὲν γὰρ ἡμέτερον, ὁμολογοῦμεν, γένος οὗ γενήσεται ἧττα, διὰ τὸ πᾶσι τοῖς εἰς μάχην τοὺς ἀντιπάλους ἐπικυδεστέρους εἶναι, τὸ δ’ ὑμέτερον παντελῶς τὴν νίκην οἴσει καί, τὸ μέγιστον ἀγαθόν, τὰς δίχα κινδύνων ἀριστείας· ἀναιμωτὶ γάρ, μᾶλλον δὲ καὶ ἀκονιτί, κατὰ τὴν πρώτην φαντασίαν αὐτὸ μόνον ὀφθεῖσαι περιέσεσθε. “