Ancient Greek · ~1 min
Section 39
Philo Judaeus, De virtutibus 39
Not analysed yet
ταῦτ’ ἀκούσασαι, καθαροῦ βίου μηδ’ ὄναρ ᾐσθημέναι, παιδείας ὀρθῆς ἄγευστοι, συναινοῦσιν, ἅτε πεπλασμένον ἦθος σωφροσύνης τὸν ἄλλον χρόνον καθυποκρινάμεναι, καὶ πολυτελέσιν ἐσθῆσι καὶ ὅρμοις καὶ οἷς ἄλλοις εἴωθε διακοσμεῖσθαι γυνὴ πᾶσιν ἀσκηθεῖσαι καὶ τὸ ἐκ φύσεως κάλλος εὐμορφότερον ταῖς ἐπιμελείαις ἀπεργασάμεναι —τὸ γὰρ ἀγώνισμα οὐ μικρὸν ἦν, θήρα νέων ἀθηράτων —εἰς τοὐμφανὲς προέρχονται.