Ancient Greek · ~2 min
Section 5
Philo Judaeus, De virtutibus 5
Not analysed yet
Οὐκ ὀλίγα μέντοι καὶ ἄλλα δυσυπομόνητα τῶν κατὰ τὸν ἀνθρώπινον βίον ὡμολόγηται, πενία καὶ ἀδοξία καὶ πήρωσις καὶ νόσων ἰδέαι πολύτροποι, πρὸς ἃς οἱ μὲν ὀλιγόφρονες μαλακίζονται, μηδ’ ὅσον ὑπ’ ἀτολμίας ἐγερθῆναι δυνάμενοι, ὅσοι δὲ φρονήσεως ὑπόπλεῳ καὶ γενναιότητος ἐπαποδύονται καρτερῶς καὶ σφόδρα ἐρρωμένως ἀντιφιλονεικοῦντες, τὰς ἀπειλὰς καὶ ἐπανατάσεις αὐτῶν πολὺν γέλωτα καὶ χλεύην τιθέμενοι, πενίᾳ μὲν πλοῦτον ἀντιτάττοντες, οὐ τὸν τυφλὸν ἀλλὰ τὸν ὀξὺ καθορῶντα, οὗ τὰ ἀγάλματα καὶ κειμήλια ψυχὴ πέφυκε ταμιεύειν.