Ancient Greek · ~2 min
Section 6
Philo Judaeus, De virtutibus 6
Not analysed yet
μυρίους γὰρ πενία κατεπάλαισεν, οἳ τρόπον ἀθλητῶν ἀπειρηκότων ὑπ’ ἀνανδρίας κατέπεσον μαλακισθέντες· ἐνδεὴς δὲ παρ’ ἀληθείᾳ δικαζούσῃ τὸ παράπαν οὐδὲ εἷς ἐστι χορηγὸν ἔχων τὸν τῆς φύσεως ἀκαθαίρετον πλοῦτον· ἀέρα μέν, τὴν πρώτην καὶ ἀναγκαιοτάτην καὶ συνεχῆ τροφήν, ἀδιαστάτως μεθ’ ἡμέραν τε καὶ νύκτωρ ἀναπνεόμενον, ἔπειτα δὲ πηγὰς ἀφθόνους καὶ ποταμῶν οὐ χειμάρρων μόνον ἀλλὰ καὶ αὐθιγενῶν ῥεῖθρα ἀέναα πρὸς ποτοῦ χρῆσιν, ἔπειτα εἰς ἐδωδὴν φορὰς παντοίων καρπῶν καὶ δένδρων ἰδέας, αἳ τὰς ἐτησίους ὀπώρας ἀεὶ φέρουσι· τούτων γὰρ ἄπορος οὐδείς, ἀλλὰ πάντες οἱ πανταχοῦ πολλὴν ἄγουσι περιουσίαν.