Ancient Greek · ~1 min
Section 58
Philo Judaeus, De virtutibus 58
Not analysed yet
„ἐπισκεψάσθω κύριος ὁ θεὸς τῶν πνευμάτων καὶ πάσης σαρκὸς ἄνθρωπον ἐπὶ τῆς πληθύος, εἰς ἐπιμέλειαν καὶ προστασίαν ποιμένα ὃς ἀνυπαιτίως ἀφηγήσεται, ἵνα μὴ γένηται σαθρὸν τὸ ἔθνος οἷα ποίμνη σπορὰς ἀγελάρχην οὐκ ἔχουσα. “