Ancient Greek · ~1 min
Section 59
Philo Judaeus, De virtutibus 59
Not analysed yet
καίτοι τίς οὐκ ἂν κατεπλάγη τῶν τότε τῆς εὐχῆς ἀκούσας, „τί φῄς“ εἰπών „ὦ δέσποτα; οὐκ εἰσὶ μέν σοι γνήσιοι παῖδες, οὐκ εἰσὶ δ’ ἀδελφιδοῖ; μάλιστα μὲν τοῖς υἱοῖς —κληρονόμοι γὰρ οὗτοι φύσει πρῶτοι —κατάλιπε τὴν ἀρχήν, εἰ δ’ ἀποδοκιμάζεις, τοῖς γοῦν ἀδελφιδοῖς.