Ancient Greek · ~2 min
Section 79
Philo Judaeus, De virtutibus 79
Not analysed yet
ὡς ἔοικεν, ἐξ ἀρχῆς τὸ σύμπαν ἔθνος ὑπολαβὼν ἔχειν ἀναγκαιοτάτην συγγένειαν, πολὺ γνησιωτέραν τῆς ἀφ’ αἵματος, πάντων ἀγαθῶν ὧν δὴ ἀνθρωπίνη φύσις χωρεῖ κληρονόμον ἀπέφηνεν, ἃ μὲν αὐτὸς εἶχεν, ἐξ ἑτοίμου διδούς, ἃ δὲ μὴ κέκτητο, τὸν θεὸν ἱκετεύων παρασχεῖν, εἰδὼς τὰς τῶν χαρίτων αὐτοῦ πηγὰς ἀενάους μὲν οὔσας, οὐ πᾶσι δ’ ἀνειμένας, ἀλλὰ μόνοις ἱκέταις· ἱκέται δ’ εἰσὶν οἱ καλοκἀγαθίας ἐρῶντες, οἷς ἀρύτεσθαι θέμις ἀπὸ τῶν ἱερωτάτων πηγῶν διψῶσι σοφίας.