Ancient Greek · ~1 min
Section 80
Philo Judaeus, De virtutibus 80
Not analysed yet
Τὰ μὲν οὖν δείγματα τῆς τοῦ νομοθέτου φιλανθρωπίας καὶ κοινωνίας, ᾗ ἐχρήσατο καὶ δι’ εὐμοιρίαν φύσεως ἀγαθῆς κἀκ τῆς τῶν ἱερῶν λογίων ὑφηγήσεως, μεμήνυται. λεκτέον δὲ ἃ καὶ τοῖς ἔπειτα διετάξατο, εἰ καὶ μὴ πάντα —οὐ γὰρ ῥᾴδιον —,τὰ γοῦν ἀγχίσπορα καὶ ἐγγυτάτω τῶν ἐκείνου βουλευμάτων.