Ancient Greek
Section 39
Philo Judaeus, De vita contemplativa 39
Not analysed yet
συνόλως γὰρ ἀσκοῦσιν ἀτυφίαν, εἰδότες τῦφον μὲν τοῦ ψεύδους ἀρχήν, ἀτυφίαν δὲ ἀληθείας, ἑκάτερον δὲ πηγῆς λόγον ἔχον· ῥέουσι γὰρ ἀπὸ μὲν τοῦ ψεύδους αἱ πολύτροποι τῶν κακῶν ἰδέαι, ἀπὸ δὲ τῆς ἀληθείας αἱ περιουσίαι τῶν ἀγαθῶν ἀνθρωπίνων τε καὶ θείων.