Ancient Greek · ~2 min
Section 40
Philo Judaeus, De vita contemplativa 40
Not analysed yet
Βούλομαι δὲ καὶ τὰς κοινὰς συνόδους αὐτῶν καὶ ἱλαρωτέρας ἐν συμποσίοις διαγωγὰς εἰπεῖν, ἀντιτάξας τὰ τῶν ἄλλων συμπόσια. οἱ μὲν γὰρ ὅταν ἄκρατον ἐμφορήσωνται, καθάπερ οὐκ οἶνον πιόντες ἀλλὰ παρακινηματικόν τι καὶ μανιῶδες καὶ εἴ τι χαλεπώτερον ἐπ’ ἐκστάσει λογισμοῦ φυσικόν, ἀράσσουσι καὶ λυττῶσι τρόπον κυνῶν ἀτιθάσων καὶ ἐπανιστάμενοι δάκνουσιν ἀλλήλους καὶ ἀποτρώγουσι ῥῖνας, ὦτα, δακτύλους, ἕτερα ἄττα μέρη τοῦ σώματος, ὡς τὸν ἐπὶ Κύκλωπος καὶ τῶν Ὀδυσσέως ἑταίρων μῦθον ἀποδεδειχέναι τούτους ἀληθῆ, „ψωμούς“, ᾗ φησιν ὁ ποιητής, ἐπεσθίοντας ἀνθρώπων, καὶ ὠμότερον ἢ ἐκεῖνος.