Ancient Greek · ~1 min
Section 42
Philo Judaeus, De vita contemplativa 42
Not analysed yet
ἃ γὰρ νήφοντες ἐν σταδίοις ἐκεῖνοι θεαταῖς χρώμενοι τοῖς Πανέλλησι μεθ’ ἡμέραν ἕνεκα νίκης καὶ στεφάνων [Ὀλυμπιονῖκαι] σὺν τέχνῃ δρῶσιν, οὗτοι κιβδηλεύοντες ἐπὶ συμποσίων νύκτωρ ἐν σκότῳ καὶ μεθύοντες, ἐμπαροινοῦντες, ἀνεπιστημόνως καὶ κακοτέχνως ἐπ’ ἀτιμίᾳ καὶ ὕβρει καὶ αἰκίᾳ χαλεπῇ τῶν ὑπομενόντων ἐνεργοῦσιν.