Ancient Greek
Section 43
Philo Judaeus, De vita contemplativa 43
Not analysed yet
εἰ δὲ μηδεὶς οἷα βραβευτὴς παρελθὼν μέσος διαλύσειε, μετὰ πλείονος ἐξουσίας καταπαλαίουσι, φονῶντες ἐν ταὐτῷ καὶ θανατῶντες· πάσχουσι γὰρ οὐκ ἐλάττονα ὧν διατιθέασιν, ὅπερ οὐκ ἴσασι, παραπαίοντες οἱ τὸν οἶνον οὐχ, ὡς ὁ κωμικός φησιν, ἐπὶ κακῷ τῶν πλησίον αὐτὸ μόνον ἀλλὰ καὶ ἐπὶ τῷ ἰδίῳ πίνειν ὑπομένοντες.