Ancient Greek · ~1 min
Section 45
Philo Judaeus, De vita contemplativa 45
Not analysed yet
ἕτεροι δὲ τῶν μετριωτέρων δοκούντων εἶναι συμποτῶν ὥσπερ μανδραγόραν τὸν ἄκρατον πιόντες ὑπερβεβλύκασι καὶ τὸν εὐώνυμον ἀγκῶνα προβαλόντες καὶ τὸν αὐχένα ἐγκάρσιον ἐπιστρέψαντες, ἐνερευγόμενοι ταῖς κύλιξιν, ὕπνῳ βαθεῖ πιέζονται. μηδὲν μήτε ἰδόντες μήτε ἀκούσαντες, ὡς μίαν μόνην ἔχοντες αἴσθησιν, τὴν ἀνδραποδωδεστάτην γεῦσιν.