Ancient Greek · ~1 min
Section 44
Philo Judaeus, De vita contemplativa 44
Not analysed yet
τοιγαροῦν οἱ πρὸ μικροῦ παρελθόντες εἰς τὰ συμπόσια σῷοι καὶ φίλοι μικρὸν ὕστερον ἐξίασιν ἐχθροὶ καὶ τὰ σώματα ἠκρωτηριασμένοι· καὶ οἱ μὲν συνηγόρων καὶ δικαστῶν, οἱ δὲ καταπλαστῶν καὶ ἰατρῶν καὶ τῆς ὑπὸ τούτων δέονται βοηθείας.