Ancient Greek · ~1 min
Section 5
Philo Judaeus, De vita contemplativa 5
Not analysed yet
ἀλλὰ τοὺς τὰ ἀποτελέσματα, ἥλιον, σελήνην ἢ τοὺς ἄλλους ἀστέρας πλάνητας ἢ ἀπλανεῖς ἢ τὸν σύμπαντα οὐρανόν τε καὶ κόσμον; ἀλλὰ καὶ ταῦτα οὐκ ἐξ ἑαυτῶν γέγονεν, ἀλλ’ ὑπό τινος δημιουργοῦ τελειοτάτου τὴν ἐπιστήμην. ἀλλὰ τοὺς ἡμιθέους;