Ancient Greek · ~1 min
Section 6
Philo Judaeus, De vita contemplativa 6
Not analysed yet
ἦ τοῦτό γε καὶ χλεύης ἄξιον· πῶς γὰρ ἂν ὁ αὐτὸς ἀθάνατός τε καὶ θνητὸς εἴη; δίχα τοῦ καὶ τὴν ἀρχὴν τῆς τούτων γενέσεως ἐπίληπτον εἶναι, μειρακιώδους ἀκρασίας ἀνάπλεων, ἣν τολμῶσιν οὐκ εὐαγῶς προσάπτειν ταῖς μακαρίαις καὶ θείαις δυνάμεσιν, εἰ γυναιξὶ θνηταῖς ἐπιμανέντες ὡμίλησαν οἱ παντὸς πάθους ἀμέτοχοι καὶ τρισευδαίμονες.