Ancient Greek · ~1 min
Section 56
Philo Judaeus, De vita contemplativa 56
Not analysed yet
ἃ παρὰ πολλοῖς ἤδη τῶν μετριωτέρων καταγινώσκεται προσαναρρηγνύντα τὰς ἐπιθυμίας, ὧν ἡ μείωσις ὠφέλιμον; εὔξαιτο γὰρ ἄν τις τὰ ἀπευκταιότατα, πεῖνάν τε καὶ δίψαν, μᾶλλον ἢ τὴν ἐν ταῖς τοιαύταις εὐωχίαις ἄφθονον σιτίων καὶ ποτῶν περιουσίαν.