Ancient Greek · ~2 min
Section 57
Philo Judaeus, De vita contemplativa 57
Not analysed yet
Τῶν ἐν τῇ Ἑλλάδι συμποσίων τὰ περιβόητα καὶ σημειωδέστατα δύο ταῦτά ἐστιν, οἷς καὶ Σωκράτης παρετύγχανε· τὸ μὲν ἐν Καλλίου, ἡνίκα στεφανωθέντος Αὐτολύκου τὰ ἐπινίκια εἱστία, τὸ δὲ ἐν Ἀγάθωνος, ἃ καὶ μνήμης ἠξίωσαν ἄνδρες τά τε ἤθη καὶ τοὺς λόγους φιλόσοφοι, Ξενοφῶν τε καὶ Πλάτων· ἀνεγράψαντο γὰρ ὡς ἀξιομνημόνευτα, οἷς ὑπετόπασαν χρήσεσθαι παραδείγμασι τοὺς ἔπειτα τῆς ἐν συμποσίοις ἐμμελοῦς διαγωγῆς.