Ancient Greek
Section 7
Philo Judaeus, De vita contemplativa 7
Not analysed yet
ἀλλὰ τοὺς τὰ ξόανα καὶ ἀγάλματα; ὧν αἱ οὐσίαι λίθοι καὶ ξύλα, τὰ μέχρι πρὸ μικροῦ τελείως ἄμορφα, λιθοτόμων καὶ δρυοτόμων τῆς συμφυΐας αὐτὰ διακοψάντων, ὧν τὰ ἀδελφὰ μέρη καὶ συγγενῆ λουτροφόροι γεγόνασι καὶ ποδόνιπτρα καὶ ἄλλα ἄττα τῶν ἀτιμοτέρων, ἃ πρὸς τὰς ἐν σκότῳ χρείας ὑπηρετεῖ μᾶλλον ἢ τὰς ἐν φωτί.