Ancient Greek · ~2 min
ΛΟΓΟΣ ΠΡΩΤΟΣ
Philo Judaeus, De vita Mosis (lib. i‑ii) 150
Not analysed yet
παραλαβὼν δὲ τὴν ἀρχὴν οὐχ ὥσπερ ἔνιοι τὸν ἴδιον αὔξειν οἶκον καὶ τοὺς υἱοὺς —δύο γὰρ ἦσαν αὐτῷ —προάγειν ἐπὶ μέγα δυνάμεως ἐσπούδασεν, ὡς ἐν μὲν τῷ παρόντι κοινωνοὺς αὖθις δὲ καὶ διαδόχους ἀποφῆναι· γνώμῃ γὰρ ἀδόλῳ καὶ καθαρᾷ πρὸς πάντα μικρά τε αὖ καὶ μεγάλα χρώμενος τὴν φυσικὴν πρὸς τὰ τέκνα φιλοστοργίαν οἷα κριτὴς ἀγαθὸς ἐνίκα τῷ περὶ τὸν λογισμὸν ἀδεκάστῳ.