Ancient Greek · ~2 min
151 to 152
Philo Judaeus, De vita Mosis (lib. i‑ii) 151-152
Not analysed yet
προὔκειτο γὰρ ἓν αὐτῷ τέλος ἀναγκαιότατον, ὀνῆσαι τοὺς ἀρχομένους καὶ πάνθ’ ὑπὲρ τῆς τούτων ὠφελείας ἔργῳ καὶ λόγῳ πραγματεύεσθαι, μηδένα παραλιπόντι καιρὸν τῶν συντεινόντων εἰς κοινὴν κατόρθωσιν. μόνος οὗτος τῶν πώποθ’ ἡγεμονευσάντων οὐ χρυσὸν οὐκ ἄργυρον ἐθησαυρίσατο, οὐ δασμοὺς ἐξέλεξεν, οὐκ οἰκίας, οὐ κτήματα, οὐ θρέμματα, οὐ θεραπείαν οἰκετικήν, οὐ προσόδους, οὐκ ἄλλο τῶν εἰς πολυτέλειαν καὶ περιουσίαν οὐδὲν ἐκτήσατο, καίτοι πάντων ἔχειν ἀφθονίαν δυνάμενος·