Ancient Greek · ~3 min
170 to 172
Philo Judaeus, De vita Mosis (lib. i‑ii) 170-172
Not analysed yet
ἐπὶ δὲ τῷ παραλόγῳ καὶ ἀπροσδοκήτῳ καταπλαγέντες καὶ μήτε πρὸς ἄμυναν εὐτρεπεῖς ὄντες διὰ σπάνιν ἀμυντηρίων —οὐ γὰρ ἐπὶ πόλεμον ἀλλ’ εἰς ἀποικίαν ἐξῄεσαν —μήτε φυγεῖν δυνάμενοι —κατόπιν μὲν γὰρ πέλαγος, ἐχθροὶ δ’ ἀντικρύ, τὰ δὲ παρ’ ἑκάτερα βαθεῖα καὶ ἀτριβὴς ἐρήμη —σφαδᾴζοντες καὶ τῷ μεγέθει τῶν κακῶν ἀπειρηκότες, οἷα παρὰ τὰς τοιαύτας φιλεῖ συμφοράς, τὸν ἄρχοντα ᾐτιῶντο φάσκοντες· „διὰ τὸ μὴ εἶναι μνήματα ἐν Αἰγύπτῳ, οἷς ἀποθανόντες ἐνταφησόμεθα, ἐξήγαγες ἡμᾶς, ἵν’ ἐνταῦθα κηδεύσῃς ἀποκτείνας; ἢ οὐ πᾶσα δουλεία κουφότερον κακὸν θανάτου; δελεάσας ἐλευθερίας ἐλπίδι τὸ πλῆθος τὸν χαλεπώτερον περὶ τοῦ ζῆν ἐπεκρέμασας κίνδυνον. ἠγνόεις τὴν ἡμετέραν ἁπλότητα καὶ τὴν Αἰγυπτίων πικρίαν καὶ τὸ βαρύμηνι; τὸ μέγεθος τῶν ἀφύκτων κακῶν οὐχ ὁρᾷς; τί πρακτέον; πολεμῶμεν ἄοπλοι πρὸς ὡπλισμένους; ἀλλὰ φεύγωμεν καθάπερ ἄρκυσι κυκλωθέντες ἀνηλεέσιν ἐχθροῖς, ἐρημίαις ἀβάτοις, ἀπλώτοις πελάγεσιν;