Ancient Greek
ΛΟΓΟΣ ΠΡΩΤΟΣ
Philo Judaeus, De vita Mosis (lib. i‑ii) 173
Not analysed yet
εἰ δὲ δὴ καὶ πλωτά, τίς εὐπορία σκαφῶν εἰς περαίωσιν; “ὁ δὲ ταῦτα ἀκούων τοῖς μὲν συνεγίνωσκε, τῶν δὲ χρησμῶν ἐμέμνητο· καὶ διανείμας τὸν νοῦν καὶ τὸν λόγον κατὰ τὸν αὐτὸν χρόνον τῷ μὲν ἐνετύγχανεν ἀφανῶς τῷ θεῷ, ἵν’ ἐξ ἀμηχάνων ῥύσηται συμφορῶν, δι’ οὗ δ’ ἐθάρσυνε καὶ παρηγόρει τοὺς καταβοῶντας „μὴ ἀναπίπτετε“ λέγων· „οὐχ ὁμοίως ἄνθρωπος ἀμύνεται καὶ θεός.