Ancient Greek · ~3 min
174 to 176
Philo Judaeus, De vita Mosis (lib. i‑ii) 174-176
Not analysed yet
τί μόνοις τοῖς εὐλόγοις καὶ πιθανοῖς προπιστεύετε; παρασκευῆς οὐδεμιᾶς ἐστι χρεῖος ὁ θεὸς βοηθός· ἐν ἀπόροις πόρον εὑρεῖν ἴδιον θεοῦ· τὰ ἀδύνατα παντὶ γενητῷ μόνῳ δυνατὰ καὶ κατὰ χειρός. “καὶ ταῦτα μὲν ἔτι καθεστὼς διεξῄει· μικρὸν δ’ ἐπισχὼν ἔνθους γίνεται καταπνευσθεὶς ὑπὸ τοῦ εἰωθότος ἐπιφοιτᾶν αὐτῷ πνεύματος καὶ θεσπίζει προφητεύων τάδε· „ἣν ὁρᾶτε στρατιὰν εὐοπλοῦσαν, οὐκέτ’ ἀντιτεταγμένην ὄψεσθε· πεσεῖται γὰρ προτροπάδην πᾶσα καὶ βύθιος ἀφανισθήσεται, ὡς μηδὲ λείψανον αὐτῆς ὑπὲρ γῆς ἔτι φανῆναι, καὶ οὐ μήκει χρόνου, ἀλλὰ τῇ ἐπιούσῃ νυκτί. “καὶ ὁ μὲν ταῦτ’ ἀπεφθέγγετο. καταδύντος δ’ ἡλίου, νότος εὐθὺς ἤρξατο κατασκήπτειν βιαιότατος, ὑφ’ οὗ τὸ πέλαγος ἐξανεχώρησεν, εἰωθὸς μὲν ἀμπωτίζειν, τότε δὲ καὶ μᾶλλον ὠθούμενον τὸ πρὸς αἰγιαλοῖς ὑπεσύρη καθάπερ εἰς χαράδραν ἢ χάρυβδιν· ἀστήρ τε προὐφαίνετ’ οὐδείς, ἀλλὰ πυκνὸν καὶ μέλαν νέφος ἅπαντα τὸν οὐρανὸν ἐπεῖχε, γνοφώδους τῆς νυκτὸς οὔσης εἰς κατάπληξιν τῶν διωκόντων.