Ancient Greek · ~2 min
Book 2
Philo Judaeus, De vita Mosis (lib. i‑ii) 2.271
Not analysed yet
ἐφ’ οἷς Μωυσῆς περιπαθήσας, εἰ πρῶτον μὲν ὁ λαὸς πᾶς ἐξαίφνης γεγένηται τυφλὸς ὁ ἄχρι πρὸ μικροῦ πάντων ἐθνῶν ὀξυωπέστατος, ἔπειτα δὲ εἰ πλάσμα μύθου κατεψευσμένον ἴσχυσε τοσαύτην αὐγὴν σβέσαι τῆς ἀληθείας, ἣν οὔθ’ ἥλιος ἐκλιπὼν οὔθ’ ὁ σύμπας χορὸς τῶν ἀστέρων ἐπισκιάσει —περιλάμπεται γὰρ ἰδίῳ φέγγει νοητῷ καὶ ἀσωμάτῳ, πρὸς ὃ παραβαλλόμενον τὸ αἰσθητὸν νὺξ ἂν πρὸς ἡμέραν εἶναι νομισθείη —,