Ancient Greek · ~1 min
Book 2
Philo Judaeus, De vita Mosis (lib. i‑ii) 2.272
Not analysed yet
δι’ ἣν αἰτίαν οὐκέτι μένων ὁ αὐτὸς ἐξαλλάττεται τό τε εἶδος καὶ τὴν διάνοιαν καὶ ἐπιθειάσας φησί· "τίς ἐστιν ὁ μὴ τῷ πλάνῳ συνενεχθεὶς μηδὲ τὸ κῦρος ἐπιφημίσας τοῖς ἀκύροις; πᾶς ὁ τοιοῦτος ἐμοὶ προσίτω“.