Ancient Greek · ~2 min
Book 2
Philo Judaeus, De vita Mosis (lib. i‑ii) 2.273
Not analysed yet
μιᾶς δὲ φυλῆς προσελθούσης οὐχ ἧττον ταῖς διανοίαις ἢ τοῖς σώμασιν, οἳ πάλαι μὲν ἐφόνων κατὰ τῶν ἀθέων καὶ ἀνοσιουργῶν, ἡγεμόνα δ’ ἐζήτουν καὶ στρατάρχην ἀνευρεῖν, ὃς ἐνδίκως ὑφηγήσεται καιρὸν καὶ τρόπον τῆς ἀμύνης, —οὓς ὀργῶντας εὑρὼν καὶ γέμοντας εὐτολμίας καὶ παραστήματος, ἔτι μᾶλλον ἢ πρότερον θεοφορηθείς, „ξίφος ἕκαστος ὑμῶν ἀναλαβὼν“ φησίν „ᾀττέτω διὰ παντὸς τοῦ στρατοπέδου καὶ κτεινέτω μὴ μόνον ἀλλοτρίους ἀλλὰ καὶ φίλων καὶ συγγενῶν τοὺς οἰκειοτάτους ἐπιστροφάδην, εὐαγέστατον κρίνων τὸ ἔργον ὑπὲρ ἀληθείας καὶ θεοῦ τιμῆς, ὧν ὑπερμαχεῖν καὶ προαγωνίζεσθαι κουφότατος πόνος. “