Ancient Greek · ~3 min
252 to 254
Philo Judaeus, De vita Mosis (lib. i‑ii) 252-254
Not analysed yet
καὶ ἅμα διὰ τούτων προτρέποντες αὑτοὺς ηὔξαντο τῆς χώρας ἀπαρχὰς ἀναθήσειν τῷ θεῷ τὰς πόλεις τοῦ βασιλέως καὶ τοὺς ἐν ἑκάστῃ πολίτας· ὁ δ’ ἐπινεύει ταῖς εὐχαῖς καὶ θάρσος ἐμπνεύσας τοῖς Ἑβραίοις τὴν ἀντίπαλον στρατιὰν ἁλῶναι παρεσκεύασεν. οἱ δ’ ἀνὰ κράτος ἑλόντες τὰς χαριστηρίους ὁμολογίας ἐπετέλουν, οὐδὲν ἐκ τῆς λείας νοσφισάμενοι, τὰς δὲ πόλεις αὐτοῖς ἀνδράσι καὶ κειμηλίοις ἀνιερώσαντες, καὶ ἀπὸ τοῦ συμβεβηκότος ὅλην τὴν βασιλείαν ὠνόμασαν „ἀνάθεμα“. καθάπερ γὰρ εἷς ἕκαστος τῶν εὐσεβούντων ἀπὸ τῶν ἐτησίων ἀπάρχεται καρπῶν, οὓς ἂν ἐκ τῶν ἰδίων συγκομίζῃ κτημάτων, τὸν αὐτὸν τρόπον καὶ ὅλον τὸ ἔθνος μεγάλης χώρας, εἰς ἣν μετανίστατο, μέγα τμῆμα, τὴν εὐθὺς αἱρεθεῖσαν βασιλείαν, ἀνέθηκεν ἀπαρχήν τινα τῆς ἀποικίας· οὐ γὰρ ἐνόμιζεν ὅσιον εἶναι διανείμασθαι γῆν ἢ πόλεις κατοικῆσαι, πρὶν καὶ τῆς χώρας καὶ τῶν πόλεων ἀπάρξασθαι.