Ancient Greek · ~2 min
ΛΟΓΟΣ ΠΡΩΤΟΣ
Philo Judaeus, De vita Mosis (lib. i‑ii) 255
Not analysed yet
Μικρὸν δ’ ὕστερον καὶ πηγὴν εὔυδρον ἀνευρόντες, ἣ παντὶ τῷ πλήθει ποτὸν ἐχορήγησεν—ἐν φρέατι δ’ ἦν ἡ πηγὴ καὶ ἐπὶ τῶν τῆς χώρας ὅρων —,ὥσπερ οὐχ ὕδατος ἀλλ’ ἀκράτου σπάσαντες τὰς ψυχὰς ἀνεχύθησαν· ὑπό τε εὐφροσύνης καὶ χαρᾶς ᾆσμα καινὸν οἱ θεοφιλεῖς χοροὺς περὶ τὸ φρέαρ ἐν κύκλῳ στήσαντες ᾖδον εἰς τὸν κληροῦχον θεὸν καὶ τὸν ἀληθῶς ἡγεμόνα τῆς ἀποικίας, ὅτι πρῶτον ἐπιβάντες ἐξ ἐρημίας μακρᾶς τῆς οἰκουμένης καὶ ἣν ἔμελλον καθέξειν ποτὸν ἄφθονον ἀνεῦρον, ἁρμόττον ἡγησάμενοι μὴ ἀσημείωτον τὴν πηγὴν παρελθεῖν.