Ancient Greek · ~7 min
256 to 262
Philo Judaeus, De vita Mosis (lib. i‑ii) 256-262
Not analysed yet
καὶ γὰρ ἔτυχεν οὐ χερσὶν ἰδιωτῶν ἀλλὰ βασιλέων ἀνατετμῆσθαι φιλοτιμηθέντων, ὡς λόγος, οὐ μόνον περὶ τὴν εὕρεσιν τοῦ ὕδατος ἀλλὰ καὶ περὶ τὴν τοῦ φρέατος κατασκευήν, ἵν’ ἐκ τῆς πολυτελείας βασιλικὸν φαίνηται τὸ ἔργον καὶ ἡ τῶν κατασκευασάντων ἀρχὴ καὶ μεγαλόνοια. γεγηθὼς δ’ ἐπὶ τοῖς αἰεὶ συμβαίνουσιν ἀπροσδοκήτοις ἀγαθοῖς ὁ Μωυσῆς ἐχώρει προσωτέρω, τὴν μὲν νεότητα διανείμας εἴς τε πρωτοστάτας καὶ ὀπισθοφύλακας, γηραιοὺς δὲ καὶ γύναια καὶ παῖδας ἐν μέσοις τάξας, ἵνα διὰ τῶν παρ’ ἑκάτερα φρουρὰν ἔχωσιν, ἐάν τε ἀντικρὺ ἐάν τε κατόπιν ἐχθρὸς ὅμιλος ἐπίῃ. Ὀλίγαις δ’ ὕστερον ἡμέραις εἰς τὴν τῶν Ἀμορραίων χώραν ἐμβαλὼν πρέσβεις ἐξέπεμπε πρὸς τὸν βασιλέα—Σηὼν δ’ ὠνομάζετο— προτρέπων ἐφ’ ἃ καὶ τὸν συγγενῆ πρότερον· ὁ δ’ οὐ μόνον πρὸς ὕβριν ἀπεκρίνατο τοῖς ἥκουσι μικροῦ καὶ ἀνελὼν αὐτούς, εἰ μὴ νόμος ὁ πρεσβευτικὸς ἐμποδὼν ἐγένετο, ἀλλὰ καὶ πάντα τὸν στρατὸν συναγαγὼν ἐφώρμα νομίζων αὐτίκα τῷ πολέμῳ περιέσεσθαι. συμπλακεὶς δὲ οὐ πρὸς ἀμελετήτους καὶ ἀνασκήτους ἔγνω τὴν μάχην οὖσαν ἀλλ’ ἀθλητὰς τῷ ὄντι πολέμων ἀηττήτους, οἳ πρὸ μικροῦ πολλὰ καὶ μεγάλα ἠνδραγαθίσαντο σωμάτων ἀλκὴν καὶ φρόνημα διανοίας καὶ ἀρετῆς ὕψος ἐπιδειξάμενοι, δι’ ὧν τοὺς μὲν ἐναντιωθέντας ἐκ πολλοῦ τοῦ περιόντος εἷλον, ἔψαυσαν δὲ τῶν ἀπὸ τῆς λείας οὐδενὸς τὰ πρῶτα τῶν ἄθλων ἀναθεῖναι τῷ θεῷ σπουδάσαντες· οἳ καὶ τότε φραξάμενοι καρτερῶς ἀπὸ τῶν αὐτῶν βουλευμάτων καὶ παρασκευῶν ἀντεφώρμησαν ἅμα καὶ τῇ ἀκαθαιρέτῳ τοῦ δικαίου χρώμενοι συμμαχίᾳ, δι’ ἣν εὐτολμότεροί τε ἦσαν καὶ ἀγωνισταὶ πρόθυμοι. σαφὴς δὲ πίστις· δευτέρας οὐκ ἐδέησε μάχης, ἀλλ’ ἡ πρώτη καὶ μόνη ἐγένετο, καθ’ ἣν πᾶσα ἡ ἀντίπαλος ἐκλίθη δύναμις καὶ ἀνατραπεῖσα ἡβηδὸν αὐτίκα ἠφανίσθη. αἱ δὲ πόλεις ὑπὸ τὸν αὐτὸν χρόνον κεναί τε καὶ πλήρεις ἐγεγένηντο, κεναὶ μὲν τῶν ἀρχαίων οἰκητόρων, πλήρεις δὲ τῶν κεκρατηκότων· τὸν αὐτὸν μέντοι τρόπον καὶ αἱ κατ’ ἀγροὺς ἐπαύλεις ἐρημωθεῖσαι τῶν ἐν αὐταῖς ἀντέλαβον ἄνδρας βελτίους τὰ πάντα.