Ancient Greek · ~2 min
27 to 28
Philo Judaeus, De vita Mosis (lib. i‑ii) 27-28
Not analysed yet
κατὰ τὸ εἰκὸς οὖν οἵ τε συνδιατρίβοντες καὶ οἱ ἄλλοι πάντες ἐτεθήπεσαν, ὡς ἐπὶ καινῷ θεάματι καταπληττόμενοι καὶ τίς ἄρα ὁ ἐνοικῶν αὐτοῦ τῷ σώματι καὶ ἀγαλματοφορούμενος νοῦς ἐστι, πότερον ἀνθρώπειος ἢ θεῖος ἢ μικτὸς ἐξ ἀμφοῖν, διερευνώμενοι, τῷ μηδὲν ἔχειν τοῖς πολλοῖς ὅμοιον, ἀλλ’ ὑπερκύπτειν καὶ πρὸς τὸ μεγαλειότερον ἐξῆρθαι. γαστρί τε γὰρ ἔξω τῶν ἀναγκαίων δασμῶν, οὓς ἡ φύσις ἔταξεν, οὐδὲν πλέον ἐχορήγει, τῶν τε ὑπογαστρίων ἡδονῶν εἰ μὴ μέχρι σπορᾶς παίδων γνησίων οὐδὲ ἐμέμνητο.