Ancient Greek · ~2 min
ΛΟΓΟΣ ΠΡΩΤΟΣ
Philo Judaeus, De vita Mosis (lib. i‑ii) 29
Not analysed yet
γενόμενός τε διαφερόντως ἀσκητὴς ὀλιγοδεείας καὶ τὸν ἁβροδίαιτον βίον ὡς οὐδεὶς ἕτερος χλευάσας —ψυχῇ γὰρ ἐπόθει μόνῃ ζῆν, οὐ σώματι —τὰ φιλοσοφίας δόγματα διὰ τῶν καθ’ ἑκάστην ἡμέραν ἔργων ἐπεδείκνυτο, λέγων μὲν οἷα ἐφρόνει, πράττων δὲ ἀκόλουθα τοῖς λεγομένοις εἰς ἁρμονίαν λόγου καὶ βίου, ἵν’ οἷος ὁ λόγος τοιοῦτος ὁ βίος καὶ οἷος ὁ βίος τοιοῦτος ὁ λόγος ἐξετάζωνται καθάπερ ἐν ὀργάνῳ μουσικῷ συνηχοῦντες.