Ancient Greek
ΛΟΓΟΣ ΠΡΩΤΟΣ
Philo Judaeus, De vita Mosis (lib. i‑ii) 279
Not analysed yet
τίς ἐπ’ ἀκριβείας εὗρε τὴν πρώτην καταβολὴν τῆς τούτων γενέσεως; τὰ μὲν σώματ’ αὐτοῖς ἐξ ἀνθρωπίνων διεπλάσθη σπερμάτων, ἐκ δὲ θείων ἔφυσαν αἱ ψυχαί· διὸ καὶ γεγόνασιν ἀγχίσποροι θεοῦ. ἀποθάνοι μου ἡ ψυχὴ τὸν σωματικὸν βίον, ἵν’ ἐν ψυχαῖς δικαίων καταριθμηθῇ, οἵας εἶναι συμβέβηκε τὰς τούτων. “