Ancient Greek · ~2 min
ΛΟΓΟΣ ΠΡΩΤΟΣ
Philo Judaeus, De vita Mosis (lib. i‑ii) 280
Not analysed yet
Ταῦτ’ ἀκούων ὁ Βαλάκης ὤδινεν ἐν ἑαυτῷ. παυσαμένου δέ, τὸ πάθος οὐ χωρήσας „ἐπὶ κατάραις“ εἶπεν „ἐχθρῶν μετακληθεὶς εὐχὰς τιθέμενος ἐκείνοις οὐκ ἐρυθριᾷς; ἐλελήθειν ἄρ’ ἐμαυτὸν ἀπατῶν ὡς ἐπὶ φίλῳ σοι τὴν ὑπὲρ τῶν πολεμίων ἀφανῶς τεταγμένῳ τάξιν, ἣ νῦν γέγονε δήλη. μήποτε καὶ τὰς ὑπερθέσεις τῆς ἐνθάδε ἀφίξεως ἐποιοῦ διὰ τὴν ὑποικουροῦσαν ἐν τῇ ψυχῇ πρὸς μὲν ἐκείνους οἰκειότητα πρὸς δ’ ἐμὲ καὶ τοὺς ἐμοὺς ἀλλοτρίωσιν· πίστις γάρ, ὡς ὁ παλαιὸς λόγος, τῶν ἀδήλων τὰ ἐμφανῆ. “