Ancient Greek · ~2 min
281 to 282
Philo Judaeus, De vita Mosis (lib. i‑ii) 281-282
Not analysed yet
ὁ δὲ τῆς κατοκωχῆς ἀνεθεὶς „ἀδικωτάτην“ εἶπεν „αἰτίαν ὑπομένω συκοφαντούμενος· λέγω γὰρ ἴδιον οὐδέν, ἀλλ’ ἅττ’ ἂν ὑπηχήσῃ τὸ θεῖον, ὅπερ οὐχὶ νῦν πρῶτον ἐγὼ μὲν εἶπον, σὺ δ’ ἤκουσας, ἀλλὰ καὶ πρόσθεν, ἡνίκα τοὺς πρέσβεις ἔπεμψας, οἷς ἀπεκρινάμην ταὐτά. “νομίσας δ’ ὁ βασιλεὺς ἢ τὸν μάντιν ἀπατᾶν ἢ τὸ θεῖον τρέπεσθαι καὶ ταῖς τῶν τόπων μεταβολαῖς τὸ τῆς γνώμης ἐχυρὸν ἀλλάττειν, εἰς ἕτερον ἀπαγαγὼν χωρίον ἐκ λόφου πάνυ περιμήκους ἐπεδείκνυτο μέρος τι τῆς ἀντιπάλου στρατιᾶς· εἶτα πάλιν ἑπτὰ βωμοὺς ἱδρυσάμενος καὶ τὰ ἴσα τοῖς πρόσθεν ἱερεῖα καταθύσας ἐξέπεμπε τὸν μάντιν ἐπ’ οἰωνοὺς καὶ φήμας αἰσίους.